Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.100 Joseph. AJ 17.105 (English) >>Joseph. AJ 17.110

17.103καὶ τάδε μὲν αὐτῷ τῶν ἐνταῦθα ἠγωνισμένων παραδείγματα εἶναι τῶν ἀκράτῳ εὐνοίᾳ πρὸς τὸν πατέρα πεπολιτευμένων· τῶν δʼ ἐπὶ Ῥώμης μάρτυρα εἶναι Καίσαρα ἐπίσης τῷ θεῷ ἀπατηθῆναι μὴ οἷόν τε ὄντα. 17.104ὧν πίστιν εἶναι τὰ ὑπʼ ἐκείνου γράμματα ἐπεσταλμένα, ὧν οὐ καλῶς ἔχειν ἰσχυροτέρας εἶναι τὰς διαβολὰς τῶν στασιάζειν αὐτοὺς προθεμένων τὰς πλείους ἀποδημίᾳ τῇ αὐτοῦ συντεθῆναι σχολῆς τοῖς ἐχθροῖς ἐγγενομένης, ἣν οὐκ ἂν αὐτοῖς ἐπιδημοῦντος παραγενέσθαι. 17.105διαβάλλοντος δὲ καὶ τὰς βασάνους εἰς ψευδολογίαν, ὡς τῆς ἀνάγκης φύσιν ἐχούσης διδάσκειν τοὺς ὑποπεσόντας τὰ πολλὰ ἡδονῇ τῶν ἐφεστηκότων λέγειν, 17.106καὶ παρέχοντος αὑτὸν εἰς βάσανον, ἐπὶ τούτοις τροπῆς τοῦ συνεδρίου γενομένης, σφόδρα γὰρ ᾤκτειραν τὸν Ἀντίπατρον δάκρυσίν τε καὶ αἰκίαις τοῦ προσώπου χρώμενον, ὥστε καὶ τοῖς ἐχθροῖς διʼ οἴκτου καταστῆναι φανερὸν δὲ ἤδη καὶ Ἡρώδην εἶναι καμπτόμενόν τι τῇ γνώμῃ καίπερ μὴ βουλόμενον ἔκδηλον εἶναι, Νικόλαος ἀρξάμενος οἷς τε βασιλεὺς κατήρξατο λόγοις παλιλλογεῖ μειζόνως ἐκδεινῶν καὶ ὁπόσα ἐκ βασάνων μαρτυριῶν συνῆγεν τὴν ἀπόδειξιν τοῦ ἐγκλήματος. 17.107μάλιστα δὲ τὴν ἀρετὴν ἐπιπολὺ ἐξηγεῖτο τοῦ βασιλέως, περί τε τροφὰς καὶ παιδεύματα χρησάμενος τῶν υἱέων οὐδαμόθεν εὕροιτο ὀνησιφόρον αὐτὴν περιπταίων ἑτέροις ἀφʼ ἑτέρων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.100 Joseph. AJ 17.105 (English) >>Joseph. AJ 17.110

Powered by PhiloLogic